1 Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶνσαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε (ὅτι ὁ παθὼν σαρκὶπέπαυται ἁμαρτίας)
2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι τοῦΘεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 Ἀρκετὸς γὰρ ὑμῖνὁ παρεληλυθὼς χρόνοςτὸ θέληματῶν ἐθνῶν κατεργάσασθαι—πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοιςεἰδωλολατρίαις—
4 ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς
6 (εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι).
7 Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰςπροσευχάς.
8 Πρὸ πάντων δὲτὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡἀγάπη καλύπτειπλῆθος ἁμαρτιῶν·
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·
10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸδιακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.
11 Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡςχορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται Θεὸςδιὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστινἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.Ἀμήν.
12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸνὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξηςκαὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπέπαυται.Κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
15 Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριοεπίσκοπος·
16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρειτούτῳ.
17 Ὅτι ὁκαιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν,τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;
18 Καί, ‹Εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸςποῦ φανεῖται;›
19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡςπιστῷ Κτίστῃ, παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶνἐν ἀγαθοποιΐᾳ.