1 Ὁμοίως, αἱγυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινεςἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς, ἄνευ λόγου, κερδηθήσονται
2 (ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν),
3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆςτριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος,
4 ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίουπνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦΘεοῦ πολυτελές.
5 Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸνΘεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6 ὡς Σάρρα ὑπήκουσεν τῷ Ἁβραάμ,κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητετέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοιχάριτος ζωῆς,εἰς τὸ μὴ ἐγκόπτεσθαιτὰς προσευχὰς ὑμῶν.
8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες,
9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότεςὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
10 «Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἡμέρας ἰδεῖνἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦἀπὸ κακοῦ καὶ χείλη αὐτοῦτοῦ μὴ λαλῆσαι δόλον·
11 ἐκκλινάτω ἀπὸκακοῦ καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
12 Ὅτιὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.»
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶγένησθε;
14 Ἀλλ᾿ εἰ καὶ πάσχοιτεδιὰ δικαιοσύνην, μακάριοι. «Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε.»
15 Κύριον δὲ τὸν Θεὸνἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,μετὰ πραΰτητοςκαὶ φόβου·
16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσινὑμῶν ὡς κακοποιῶν,καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τῇ ἀγαθῇ ἐν Χριστῷ ἀναστροφῇ.
17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοιτὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν,δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶςπροσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲπνεύματι·
19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
20 ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετοἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι,τοῦτ᾿ ἔστιν ὀκτώ, ψυχαὶ διεσώθησαν δι᾿ ὕδατος·
21 ὃἀντίτυπον, νῦν καὶ ἡμᾶςσῴζει, βάπτισμα (οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν) δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦΘεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.