1 Pedro 2

GRC_F35

1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν—καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους, καὶ πάσας καταλαλιάς—

2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,

3 εἴπερἐγεύσασθε ὅτι χρηστὸςὁ Κύριος.

4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα—ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον—

5 καὶ αὐτοί, ὡς λίθοι ζῶντες, οἰκοδομεῖσθεοἶκος πνευματικός, ἱεράτευμαἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷΘεῷ διὰ Ἰησοῦ Χριστοῦ.

6 Διότιπεριέχει ἡΓραφῇ· «Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.»

7 Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσινδέ, «λίθονὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,»

8 καὶ «λίθος προσκόμματος καὶ πέτρα σκανδάλου»· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὅ, καί, ἐτέθησαν.

9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητετοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·

10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.

11 Ἀγαπητοί, παρακαλῶ (ὡς παροίκους καὶ παρεπιδήμους) ἀπέχεσθαιτῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,

12 τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν,ἵνα, ἐν ᾧ καταλαλοῦσινὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντεςδοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.

13 Ὑποτάγητε οὖνπάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,

14 εἴτε ἡγεμόσιν ὡς δι᾿ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲνκακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν.

15 Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·

16 ὡς ἐλεύθεροι (καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν), ἀλλ᾿ ὡς δοῦλοι Θεοῦ.

17 Πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπήσατε·τὸν Θεὸν φοβεῖσθε· τὸν βασιλέα τιμᾶτε.

18 Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς.

19 Τοῦτο γὰρ χάρις,εἰ διὰ συνείδησιν Θεοῦὑποφέρει τις λύπας, πάσχων ἀδίκως.

20 Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε;Ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ τῷΘεῷ.

21 Εἰς τοῦτο γὰρ καὶἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν,ὑμῖνὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·

22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·

23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·

24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦἰάθητε.

25 Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα,ἀλλ᾿ἐπεστράφητενῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ἡμῶν.

Ler em outra tradução

Comparar lado a lado