1 Πρεσβυτέρους τοὺςἐν ὑμῖν παρακαλῶ, ὁσυμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντεςμὴ ἀναγκαστῶς ἀλλ᾿ἑκουσίως·μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως·
3 μηδὲὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοιτοῦ ποιμνίου.
4 Καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως,νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι,τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι «ὉΘεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.»
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃἐν καιρῷ·
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντεςἐπ᾿ αὐτόν, ὅτι αὐτῷ μέλειὑπὲρὑμῶν.
8 Νήψατε, γρηγορήσατε· ὅτιὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιέρχεται,ζητῶν τίνακαταπιεῖν·
9 ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐνκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶςεἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ,ὀλίγον παθόντας, αὐτὸς καταρτίσαιὑμᾶς—στηρίξαι,σθενώσαι,θεμελιώσαι.
11 Αὐτῷ ἡ δόξα καὶ τὸ κράτοςεἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾿ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε.
13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή· καὶ Μᾶρκος, ὁ υἱός μου.
14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν, πᾶσιν τοῖς ἐν Χριστῷ Ἰησοῦ.Ἀμήν.,