1 Coríntios 9

GRC_F35

1 Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;Οὐχὶ Ἰησοῦν Χριστὸντὸν Κύριον ἡμῶν ἑώρακα;Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;

2 Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγὶς τῆς ἐμῆςἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν·

4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;

5 Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;

6 Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦμὴ ἐργάζεσθαι;

7 Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦαὐτοῦ οὐκ ἐσθίει; Ἢτίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ;Ἢ οὐχὶκαὶ ὁ νόμος ταῦταλέγει;

9 Ἐν γὰρ τῷ Μωσέωςνόμῳγέγραπται· «Οὐ φιμώσειςβοῦν ἁλοῶντα.»Μὴ τῶν βοῶν μέλειτῷ Θεῷ,

10 ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλειὁἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἁλοῶντῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι.

11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;

12 Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶνμετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μὴ ἐγκοπήν τιναδῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

13 Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντεςτῷ θυσιαστηρίῳ συμμερίζονται;

14 Οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.

15 Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμηντούτων, οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ

16 —ἐὰν γὰρ εὐαγγελίζωμαι,οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲμοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι.

17 (Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.)

18 Τίς οὖν μοί ἐστινὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·

20 Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον,ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·

21 τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὢν ἄνομος Θεῷἀλλ᾿ ἔννομος Χριστῷ),ἵνα κερδήσω ἀνόμους·

22 ἐγενόμην τοῖς ἀσθενέσιν ὡςἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα τὰπάντα, ἵνα πάντως τινὰς σώσω.

23 Τοῦτοδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸςαὐτοῦ γένωμαι.

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε ἵνα καταλάβητε.

25 Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται—ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.

26 Ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων.

27 Ἀλλ᾿ὑπωπιάζωμου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

Ler em outra tradução

Comparar lado a lado