1 Coríntios 8

GRC_F35

1 Περὶ δὲ τῶν εἰδωλοθύτων· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.

2 Εἰ δέτις δοκεῖ εἰδέναιτι, οὐδέπω οὐδὲν ἔγνωκενκαθὼς δεῖ γνῶναι.

3 Εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ.

4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτεροςεἰ μὴ εἷς.

5 Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι ‹θεοί,› εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆςγῆς (ὥσπερ εἰσὶν ‹θεοὶ› πολλοὶ καὶ ‹κύριοι› πολλοί),

6 ἀλλ᾿ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ.

7 Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δέ, τῇ συνειδήσειτοῦ εἰδώλου, ἕως ἄρτιὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν, ἀσθενὴς οὖσα, μολύνεται.

8 Βρῶμα δὲ ἡμᾶςοὐ παρίστησιντῷ Θεῷ· οὔτε γὰρἐὰν φάγωμεν περισσεύομεν,οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.

9 Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.

10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳκατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ, ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;

11 Καὶ ἀπολεῖταιὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,δι᾿ ὃν Χριστὸς ἀπέθανεν.

12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.

13 Διόπερ, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Ler em outra tradução

Comparar lado a lado