1 Περὶ δὲ ὧν ἐγράψατέ μοι·καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.
2 Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιανἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ὁ ἀνήρ· ὁμοίωςδὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ἡ γυνή.
5 Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητετῇ νηστείᾳ καὶ τῇπροσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθεἵνα μὴ πειράζῃὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν
7 (θέλω γὰρπάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ἕκαστος ἴδιον χάρισμα ἔχειἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃςδὲ οὕτως).
8 Λέγω δὲ τοῖςἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστινἐὰν μείνωσιν ὡς κἀγώ·
9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσονγάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω(οὐκ ἐγὼ ἀλλ᾿ὁ Κύριος)· γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
11 (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω), καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω(οὐχ ὁ Κύριος)· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴσυνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
13 Καὶ γυνὴ ἥτιςἔχει ἄνδρα ἄπιστον καὶ αὐτὸςσυνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
14 Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί·ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15 Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω—οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶςὁ Θεός.
16 Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 Εἰ μή, ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός,ἕκαστον ὡς κέκληκεν ὁ Κύριος,οὕτως περιπατείτω (καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαιςδιατάσσομαι).
18 Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη;Μὴ περιτεμνέσθω.
19 Ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.
20 Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21 Δοῦλος ἐκλήθης; Μή σοι μελέτω, ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
23 Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰΘεῷ.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.
26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην—ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι·
27 Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.
28 Ἐὰν δὲ καὶ γήμῃς,οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 Τοῦτο δέ φημι, ἀδελφοί,ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστινἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,
30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
31 καὶ οἱ χρώμενοι τῷ κόσμῳτούτῳὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου· πῶς ἀρέσειτῷ Κυρίῳ.
33 Ὁ δὲγαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσειτῇ γυναικί.
34 Μεμέρισται καὶἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμοςμεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶσώματι καὶπνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσειτῷ ἀνδρί.
35 Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρονλέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσεδροντῷ Κυρίῳ ἀπερισπάστως.
36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37 Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ,μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦτοῦτηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.
38 Ὥστε, καὶ ὁ ἐκγαμίζωνκαλῶςποιεῖ,ὁ δὲμὴ ἐκγαμίζωνκρεῖσσον ποιεῖ.
39 Γυνὴ δέδεται νόμῳἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς, ἐὰν δὲ καὶκοιμηθῇ ὁ ἀνήρ,ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι—μόνον ἐν Κυρίῳ.
40 Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην—δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.