1 Coríntios 10

GRC_F35

1 Οὐ θέλω δὲὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον

2 —καὶ πάντες εἰς τὸν Μωϋσῆνἐβαπτίσαντοἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ—

3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον

4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον·ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτραἦν ὁ Χριστός.

5 Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός—κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

7 Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπεργέγραπται· «Ἐκάθισεν ὁ λαὸςφαγεῖν καὶ πιεῖν,καὶ ἀνέστησαν παίζειν.»

8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν—καὶ ἔπεσονἐνμιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.

9 Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν,καθὼς καίτινες αὐτῶν ἐπείρασαν—καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.

10 Μηδὲ γογγύζετε, καθὼς καίτινες αὐτῶν ἐγόγγυσαν—καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

11 Ταῦτα δὲ πάντατύποι συνέβαινονἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.

12 Ὥστε, ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.

13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος, δυνατὸςδὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶςὑπενεγκεῖν.

14 Διόπερ,ἀγαπητοί μου,φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.

15 Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.

16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;

17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶοἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;

19 Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν, ἢ ὅτι εἰδωλόθυτόντί ἐστιν;

20 Ἀλλ᾿ ὅτι ἃ θύειτὰ ἔθνηδαιμονίοις θύει καὶ οὐ Θεῷ.Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.

21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.

22 Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 Πάντα μοιἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοιἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.

24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰτὸ τοῦ ἑτέρου ἕκαστος.

25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

26 «τοῦ γὰρ Κυρίουἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.»

27 Εἰ δέτις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετεπορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.

28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, «Τοῦτο εἰδωλόθυτόνἐστιν,» μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· «τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.»

29 Συνείδησιν, δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. Do all to the glory of God Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

30 Εἰἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ;

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

32 Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοιςκαὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ

33 —καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρονἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Ler em outra tradução

Comparar lado a lado