1 Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
2 Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί,ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσειςκατέχετε.
3 Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲΧριστοῦ ὁ Θεός.
4 Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.
5 Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνειτὴν κεφαλὴν ἑαυτῆς—ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
6 Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρεσθαιἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
7 Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
8 Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9 καὶ γὰρ οὐκ ἐκτίσθηἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα
10 —διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους—
11 πλήν, οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός,ἐν Κυρίῳ.
12 Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.
13 Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι;
14 Ἢοὐδὲ αὐτὴ ἡ φύσιςδιδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν;
15 Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται.
16 Εἰ δέ τις δοκεῖ φιλόνεικοςεἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττονἀλλ᾿εἰς τὸ ἧττονσυνέρχεσθε.
18 Πρῶτον μὲν γάρ, συνερχομένων ὑμῶν ἐνἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
19 Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖνεἶναι ἵναοἱ δόκιμοι φανεροὶ γένωνταιἐν ὑμῖν.
20 Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν.
21 Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνειἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
22 Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν εἴπω;Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.
23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁΚύριος Ἰησοῦς, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο,ἔλαβεν ἄρτον·
24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν· «Λάβετε, φάγετε·τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον·τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.»
25 Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂνπίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.»
26 Ὁσάκις γὰρ ἂνἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτοπίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂνἔλθῃ.
27 Ὥστε ὃς ἂν ἐσθίῃτὸν ἄρτον τοῦτονἢ πίνῃτὸ ποτήριον τοῦ Κυρίου ἀναξίωςἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦαἵματος τοῦ Κυρίου.
28 Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.
29 Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίωςκρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
30 Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί.
31 Εἰ γὰρἑαυτοὺς διεκρίνομεν,οὐκ ἂν ἐκρινόμεθα.
32 Κρινόμενοι δέ, ὑπὸΚυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.
34 Εἰ δέτις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.