1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦςπάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖςκαὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦνδόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
5 Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσῆλθεν αὐτῷ γυνὴἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶτὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8 Ἰδόντες δὲ οἱ μαθηταὶαὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;
9 Ἠδύνατο γὰρ τοῦτοτὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναιπτωχοῖς.
10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,
15 εἶπε, Τί θέλετέ μοι δοῦναι,κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια,
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντεςαὐτῷ, Ποῦ θέλειςἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα;
18 Ὁ δὲ εἶπεν,
19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶνδώδεκα.
21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν,
22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε;
23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν,
25 Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι,ῥαββί; Λέγει αὐτῷ,
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦςτὸν ἄρτον, καὶεὐχαριστήσας ἔκλασε καὶἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε,
27 Καὶ λαβὼντὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων,
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς,
33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼδὲ οὐδέποτε σκανδαλισθήσομαι.
34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς,
35 Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σεἀπαρνήσωμαι. Ὁμοίωςδὲ καὶ πάντες οἱ μαθηταὶεἶπον.
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενονΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς,
37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Τότε λέγει αὐτοῖςὁ Ἰησοῦς,
39 Καὶπροσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων,
40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ,
42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων,
43 Καὶ ἐλθὼνεὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Καὶ ἀφεὶς αὐτοὺςἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγονεἰπών.
45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰςαὐτοῦ, καὶ λέγει αὐτοῖς,
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃνἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε,ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς,
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις,
56 Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
59 Οἱ δὲ ἀρχιερεῖςκαὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπωςθανατώσωσιν αὐτόν,
60 καὶ οὐχ εὗρον.Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.
61 Ὕστερον δὲ προσελθόντες δύοψευδομάρτυρεςεἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαιαὐτόν.
62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;
63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ.
64 Λέγει αὐτῷ ὁ Ἰησοῦς,
65 Τότε ὁ ἀρχιερεὺςδιέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγωνὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαναὐτοῦ.
66 Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντεςεἶπον, Ἔνοχος θανάτου ἐστί.
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲἐρράπισαν,
68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;
69 Ὁ δὲ Πέτροςἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεναὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις.
71 Ἐξελθόντα δὲαὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγειαὐτοῖς ἐκεῖ,Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 Καὶ πάλιν ἠρνήσατομεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 Τότε ἤρξατοκαταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶεὐθέως ἀλέκτωρ ἐφώνησε.
75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματοςτοῦ Ἰησοῦ εἰρηκότοςαὐτῷ ὅτιΚαὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.