1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,υἱοῦ τοῦ Θεοῦ.
2 Ὡς γέγραπται ἐντοῖς προφήταις,
4 ἐγένετοἸωάννηςβαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱἹεροσολυμῖται,καὶ ἐβαπτίζοντο πάντεςἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 Ἦν δὲὁἸωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8 Ἐγὼμὲν ἐβάπτισα ὑμᾶςἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶςἐν Πνεύματι Ἁγίῳ.
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθενἸησοῦς ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθηὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.
10 Καὶεὐθέως ἀναβαίνωνἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμαὡσεὶ περιστερὰν καταβαῖνονἐπ᾽ αὐτόν·
11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐνᾧεὐδόκησα.
12 Καὶεὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 Καὶ ἦνἐκεῖ ἐν τῇ ἐρήμῳἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 Μετὰ δὲ τὸ παραδοθῆναιτὸνἸωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιοντῆς βασιλείας τοῦ Θεοῦ,
15 καὶ λέγων ὅτι
16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸναὐτοῦ τοῦ Σίμωνοςβάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρἁλιεῖς.
17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,
18 Καὶεὐθέως ἀφέντες τὰ δίκτυααὐτῶν, ἠκολούθησαν αὐτῷ.
19 Καὶ προβὰςἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶἸωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
20 Καὶεὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Καὶ εἰσπορεύονται εἰςΚαπερναούμ· καὶεὐθέως τοῖς σάββασινεἰσελθὼνεἰς τὴν συναγωγήν, ἐδίδασκε.
22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,
24 λέγων,Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων,
26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶκράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
27 Καὶ ἐθαμβήθησανπάντες, ὥστεσυζητεῖνπρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο;Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;
28 Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦεὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶεὐθέως ἐκ τῆς συναγωγῆςἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶἸωάννου.
30 Ἡ δὲ πενθερὰΣίμωνος κατέκειτο πυρέσσουσα, καὶεὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·
31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸςαὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸςεὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτεἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 καὶἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.
34 Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαναὐτόν.
35 Καὶ πρωῒἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
36 Καὶκατεδίωξαν αὐτὸνὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·
37 καὶεὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντεςσε ζητοῦσι.
38 Καὶ λέγει αὐτοῖς,
39 Καὶἦν κηρύσσωνἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶναὐτόν,καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
41 Ὁ δὲ Ἰησοῦςσπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα,ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ,
42 Καὶεἰπόντος αὐτοῦεὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶἐκαθαρίσθη.
43 Καὶ ἐμβριμησάμενος αὐτῷ,εὐθέως ἐξέβαλεν αὐτόν,
44 καὶ λέγει αὐτῷ,
45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν,ἀλλ᾽ ἔξωἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸνπανταχόθεν.