1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶἦλθεν εἰς τὴν πατρίδααὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 Καὶ γενομένου σαββάτου, ἤρξατοἐν τῇ συναγωγῇ διδάσκειν· καὶπολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσααὐτῷ,καὶδυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦγίνονται;
3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸςΜαρίας,ἀδελφὸς δὲ Ἰακώβου καὶἸωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι
5 Καὶ οὐκἠδύνατο ἐκεῖοὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.
6 Καὶἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Jesus Sends Out the Twelve Apostles Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
8 Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴπήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν·
9 ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴἐνδύσησθε δύο χιτῶνας.
10 Καὶ ἔλεγεν αὐτοῖς,
12 Καὶ ἐξελθόντεςἐκήρυσσον ἵναμετανοήσωσι·
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶἔλεγεν ὅτιἸωάννης ὁ βαπτίζωνἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 Ἄλλοι ἔλεγον ὅτιἨλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτηςἐστίν, ὡς εἷς τῶν προφητῶν.
16 Ἀκούσας δὲἩρῴδηςεἶπενὅτι Ὃν ἐγὼ ἀπεκεφάλισαἸωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθηἐκ νεκρῶν.
17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸνἸωάννην, καὶ ἔδησεν αὐτὸν ἐνφυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
18 Ἔλεγε γὰρ ὁἸωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸνἸωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶἀκούσας αὐτοῦ, πολλὰἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνονἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖςχιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 καὶ εἰσελθούσης τῆς θυγατρὸςαὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης,καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·
23 καὶ ὤμοσεναὐτῇὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.
24 Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τίαἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴνἸωάννου τοῦβαπτιστοῦ.
25 Καὶ εἰσελθοῦσαεὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵναμοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴνἸωάννου τοῦ βαπτιστοῦ.
26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺςσυνανακειμένους οὐκ ἠθέλησεναὐτὴν ἀθετῆσαι.
27 Καὶεὐθέως ἀποστείλας ὁ βασιλεὺςσπεκουλάτορα ἐπέταξενἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
28 Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα,καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 Καὶεἶπεν αὐτοῖς,Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖνεὐκαίρουν.
32 Καὶ ἀπῆλθονεἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν.
33 Καὶεἶδον αὐτοὺςὑπάγοντας καὶἐπέγνωσαναὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς,καὶ συνῆλθον πρὸς αὐτόν.
34 Καὶ ἐξελθὼνεἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦλέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖςἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμενδηναρίων διακοσίων ἄρτους, καὶδῶμεν αὐτοῖς φαγεῖν;
38 Ὁ δὲ λέγει αὐτοῖς,Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας.
39 Καὶ ἐπέταξεν αὐτοῖςἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 Καὶἀνέπεσον πρασιαὶ πρασιαί,ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖςαὐτοῦ ἵναπαραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
42 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·
43 καὶ ἦρανκλασμάτων δώδεκακοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτουςπεντακισχίλιοι ἄνδρες.
45 Καὶεὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸςΒηθσαϊδάν, ἕως αὐτὸςἀπολύσῃ τὸν ὄχλον.
46 Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 Καὶεἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς,καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.
49 Οἱ δέ, ἰδόντες αὐτὸνπεριπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξανφάντασμα εἶναι, καὶ ἀνέκραξαν·
50 πάντες γὰρ αὐτὸνεἶδον, καὶ ἐταράχθησαν.Καὶεὐθέως ἐλάλησε μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς,
51 Καὶ ἀνέβηπρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίανἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο,καὶ ἐθαύμαζον.
52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις·ἦν γὰραὐτῶν ἡ καρδία πεπωρωμένη.
53 Καὶ διαπεράσαντεςἦλθον ἐπὶ τὴν γῆνΓεννησαρέτ, καὶ προσωρμίσθησαν.
54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου,εὐθέως ἐπιγνόντες αὐτόν,
55 περιδραμόντες ὅλην τὴνπερίχωρον ἐκείνην,ἤρξαντο ἐπὶ τοῖςκραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτιἐκεῖ ἐστι.
56 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢπόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖςἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂνἥπτοντο αὐτοῦ ἐσῴζοντο.