Marcos 5

GRC_TCG

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶνΓαδαρηνῶν.

2 Καὶἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου,εὐθέωςἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,

3 ὃς τὴνκατοίκησιν εἶχεν ἐν τοῖςμνήμασι· καὶοὔτε ἁλύσεσιν οὐδεὶςἐδύνατο αὐτὸν δῆσαι,

4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶςαὐτὸν ἴσχυε δαμάσαι·

5 καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖςὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.

6 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεναὐτῷ,

7 καὶ κράξας φωνῇ μεγάλῃεἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.

8 Ἔλεγε γὰρ αὐτῷ,

9 Καὶ ἐπηρώτα αὐτόν,Καὶἀπεκρίθη, λέγων,Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.

10 Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴαὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

11 Ἦν δὲ ἐκεῖπρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·

12 καὶ παρεκάλεσαν αὐτὸνπάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.

13 Καὶ ἐπέτρεψεν αὐτοῖςεὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν·ἦσαν δὲ ὡςδισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.

14 Οἱ δὲ βόσκοντεςτοὺς χοίρους ἔφυγον, καὶἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός·

15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενονκαὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸνΛεγεῶνα· καὶ ἐφοβήθησαν.

16 Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.

17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.

18 Καὶἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵναᾖ μετ᾽ αὐτοῦ.

19 Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ,

20 Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.

22 Καὶἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματιἸάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,

23 καὶπαρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇςαὐτῇ τὰς χεῖρας,ὅπως σωθῇ καὶζήσεται.

24 Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

25 Καὶ γυνήτις οὖσα ἐν ῥύσει αἵματοςἔτη δώδεκα,

26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,

27 ἀκούσασαπερὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·

28 ἔλεγεγὰρ ὅτιΚἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.

29 Καὶεὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.

30 Καὶεὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε,

31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις,

32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.

33 Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονενἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.

34 Ὁ δὲ εἶπεν αὐτῇ,

35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;

36 Ὁ δὲ Ἰησοῦςεὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ,

37 Καὶ οὐκ ἀφῆκενοὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴΠέτρον καὶ Ἰάκωβον καὶἸωάννην τὸν ἀδελφὸν Ἰακώβου.

38 Καὶἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον,κλαίοντας καὶ ἀλαλάζοντας πολλά.

39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς,

40 Καὶ κατεγέλων αὐτοῦ.Ὁ δέ, ἐκβαλὼνπάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίονἀνακείμενον.

41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ,ὅ ἐστι μεθερμηνευόμενον,

42 Καὶεὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶἐξέστησαν ἐκστάσει μεγάλῃ.

43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶςγνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Ler em outra tradução

Comparar lado a lado