1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιντῶν νεκρῶν.
3 Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
4 Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθηὁ ἀριθμὸς τῶν ἀνδρῶνὡσεὶ χιλιάδες πέντε.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶπρεσβυτέρους καὶγραμματεῖςεἰς Ἱερουσαλήμ,
6 καὶἌνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
7 Καὶ στήσαντες αὐτοὺς ἐνμέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8 Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροιτοῦ Ἰσραήλ,
9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτοςσέσῳσται·
10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11 Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶνοἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία·οὔτε γὰρ ὄνομάἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶἸωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.
14 Τὸνδὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτατὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν,συνέβαλλον πρὸς ἀλλήλους,
16 λέγοντες, Τίποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθαἀρνήσασθαι.
17 Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,ἀπειλῇἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶἀνθρώπων.
18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαναὐτοῖςτὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 Ὁ δὲ Πέτρος καὶἸωάννης ἀποκριθέντεςπρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.
20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃεἴδομεν καὶἠκούσαμεν, μὴ λαλεῖν.
21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶςκολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι.
22 Ἐτῶν γὰρ ἦν πλειόνωντεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃνἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροιεἶπον.
24 Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶεἶπον, Δέσποτα, σὺὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
25 ὁδιὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
27 συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείαςἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ ΠόντιοςΠιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,
28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλήσου προώρισε γενέσθαι.
29 Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
30 ἐν τῷ τὴν χεῖράσου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31 Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντεςΠνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦνἡ καρδία καὶἡ ψυχὴ μία· καὶοὐδὲ εἷς τι τῶν ὑπαρχόντωναὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖςἅπαντα κοινά.
33 Καὶμεγάλῃ δυνάμει ἀπεδίδουντὸ μαρτύριον οἱ ἀπόστολοιτῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34 Οὐδὲ γὰρ ἐνδεής τιςὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων·διεδίδοτο δὲ ἑκάστῳκαθότι ἄν τις χρείαν εἶχεν.
36 Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβαςἀπὸ τῶν ἀποστόλων—ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει,
37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκεπαρὰ τοὺς πόδας τῶν ἀποστόλων.