1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶἸωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴνἐνάτην.
2 Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
3 Ὃς ἰδὼν Πέτρον καὶἸωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώταἐλεημοσύνην.
4 Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷἸωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς.
5 Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 Εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου,ἔγειραι καὶ περιπάτει.
7 Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸςἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαναὐτοῦ αἱ βάσεις καὶ τὰσφυρά.
8 Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
9 Καὶ εἶδεναὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
10 ἐπεγίνωσκόντε αὐτὸν ὅτιοὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲτοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
12 Ἰδὼν δὲΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἌνδρεςἸσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
13 Ὁ Θεὸς Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖςμὲν παρεδώκατε, καὶ ἠρνήσασθεαὐτὸν κατὰ πρόσωπονΠιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
14 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 Καὶἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
18 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶναὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε,εἰς τὸἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου,
20 καὶ ἀποστείλῃ τὸνπροκεχειρισμένον ὑμῖνΧριστὸν Ἰησοῦν·
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματοςπάντωντῶν ἁγίωναὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.
22 Μωσῆς μὲνγὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸςὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 Ἔσται δέ, πᾶσα ψυχή, ἥτιςἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου,ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶκατήγγειλαν τὰς ἡμέρας ταύτας.
25 Ὑμεῖς ἐστευἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧςδιέθετο ὁ Θεὸς πρὸς τοὺς πατέραςἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶἐν τῷ σπέρματί σουἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 Ὑμῖν πρῶτονὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦἸησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.