1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴνκλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
2 Καὶ ἐκράτησε τὸν δράκοντα,τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶὁ Σατανᾶς,ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.
3 Καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴπλανᾷἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇτὰ χίλια ἔτη.Μετὰ ταῦτα δεῖλυθῆναι αὐτὸν μικρὸν χρόνον.
4 Καὶ εἶδον θρόνους—καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς—καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαντὸ θηρίονοὐδὲτὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶτὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰτοῦ Χριστοῦτὰ χίλια ἔτη.
5 Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
6 Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁδεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσιμετ᾽ αὐτοῦχίλια ἔτη.
7 Καὶμετὰ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶτὸν Μαγώγ,συναγαγεῖν αὐτοὺς εἰςτὸν πόλεμον, ὧν ὁ ἀριθμὸςαὐτῶνὡς ἡ ἄμμος τῆς θαλάσσης.
9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην, καὶ κατέβηπῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς.
10 Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸςκαὶ θείου, ὅπουκαὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11 Καὶ εἶδον θρόνονμέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽αὐτόν, οὗ ἀπὸπροσώπου ἔφυγενἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
12 Καὶ εἶδον τοὺς νεκρούς,τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦθρόνου. Καὶ βιβλίαἤνοιξαν, καὶἄλλο βιβλίονἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
13 Καὶ ἔδωκεν ἡ θάλασσα τοὺςνεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺςνεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργααὐτοῦ.
14 Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐντῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.