1 Μετὰ ταῦτα ἤκουσαὡςφωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷλεγόντων,
3 Καὶ δεύτερονεἴρηκεν,
4 Καὶἔπεσον οἱπρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰτέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶτῷ θρόνῳ, λέγοντες, Ἀμήν· ἁλληλούϊα.
5 Καὶ φωνὴἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα,
6 Καὶ ἤκουσαὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν,λέγοντες,
8 τὸ γὰρ βύσσινον τὰ δικαιώματατῶν ἁγίων ἐστί.
9 Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰςτὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶτοῦ Θεοῦ εἰσι.
10 Καὶἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίανἸησοῦ. Τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρίατοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11 Καὶ εἶδον τὸν οὐρανὸνἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόνκαλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχωνὀνόματα γεγραμμένα καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 καὶ περιβεβλημένος ἱμάτιονβεβαμμένοναἵματι, καὶκέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ.
14 Καὶ τὰ στρατεύματατὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸνκαθαρόν.
15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαίαδίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇπατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦτῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
17 Καὶεἶδονἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξενἐν φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖςπετομένοις ἐν μεσουρανήματι, Δεῦτε,συνάχθητε εἰςτὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽αὐτῶν καὶ σάρκας πάντων, ἐλευθέρωντε καὶ δούλωνκαὶ μικρῶν τε καὶ μεγάλων.
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαιτὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 Καὶ ἐπιάσθη τὸ θηρίον καὶὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸςτὴν καιομένην ἐνθείῳ.
21 Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.