1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦταἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.
3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· «Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιντὰ ἔργα ἃποιεῖς·
4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τιποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.»
5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην.Ἐγὼ οὔπωἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸςοὔπω πεπλήρωται.»
9 Ταῦτα δὲ εἰπὼν αὐτοῖςἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,οὐ φανερῶς, ἀλλ᾿ ὡςἐν κρυπτῷ.
11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, «Ποῦ ἐστιν ἐκεῖνος;»
12 Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦνἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι «Ἀγαθός ἐστιν,» ἄλλοιἔλεγον, «Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.»
13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁἸησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
15 Καὶ ἐθαύμαζονοἱ Ἰουδαῖοι λέγοντες, «Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;»
16 Ἀπεκρίθη οὖναὐτοῖς ὁἸησοῦς καὶ εἶπεν· «Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.
17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ.
18 Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 »Οὐ Μωσῆςδέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι;»
20 Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν,«Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;»
21 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.
22 Διὰ τοῦτο· Μωσῆςδέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωσέωςἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων), καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως,ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.»
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶςὁ Χριστός;
27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.»
28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· «Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.
29 Ἐγὼοἶδα αὐτὸν ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.»
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσανεἰς αὐτόν, καὶ ἔλεγον ὅτι«Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτιπλείονα σημεῖαποιήσει ὧν οὗτος ἐποίησεν;»
32 Ἤκουσανοἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖςἵνα πιάσωσιν αὐτόν.
33 Εἶπεν οὖνὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνονμεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 Ζητήσετέ με καὶ οὐχ εὑρήσετε·καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.»
35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· «Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 Τίς ἐστιν οὗτος ὁ λόγοςὃν εἶπεν, ‹Ζητήσετέ με καὶ οὐχ εὑρήσετε·καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν›;»
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.»
39 (Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος, ὃἤμελλονλαμβάνειν οἱ πιστεύοντεςεἰς αὐτόν, οὔπω γὰρ ἦν Πνεῦμα ἍγιονὅτιἸησοῦς οὐδέπω ἐδοξάσθη.)
40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλουἀκούσαντες τὸν λόγονἔλεγον, «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης.»
41 Ἄλλοι ἔλεγον, «Οὗτός ἐστιν ὁ Χριστός.» Ἄλλοι ἔλεγον·«Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 Οὐχὶἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται;»
43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετοδι᾿ αὐτόν.
44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, «Διὰ τί οὐκ ἠγάγετε αὐτόν;»
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωποςὡς οὗτος ὁ ἄνθρωπος.»
47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· «Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 Ἀλλ᾿ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοίεἰσιν.»
50 Λέγει Νικόδημος πρὸς αὐτούς (ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν,,εἷς ὢν ἐξ αὐτῶν),
51 «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερονκαὶ γνῷ τί ποιεῖ;»
52 Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ· «Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησονκαὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίαςοὐκ ἐγήγερται.»,
53 Καὶ ἀπῆλθενἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.