1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος.
2 Καὶ ἠκολούθειαὐτῷ ὄχλος πολύς, ὅτι ἑώρωναὐτοῦτὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ὁἸησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 (Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.)
5 Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς,καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸνΦίλιππον, «Πόθεν ἀγοράσομενἄρτους ἵνα φάγωσιν οὗτοι;»
6 Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἤμελλενποιεῖν.
7 Ἀπεκρίθη αὐτῷΦίλιππος, «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶνβραχύ τιλάβῃ.»
8 Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας, ὁἀδελφὸς Σίμωνος Πέτρου,
9 «Ἔστιν παιδάριον ἓνὧδεὃἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;»
10 Εἶπεν δὲὁ Ἰησοῦς, «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.» Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσονοὖνοἱ ἄνδρες,τὸν ἀριθμὸν ὡσεὶπεντακισχίλιοι.
11 Ἔλαβεν δὲτοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεντοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶτοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
12 Ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Συναγάγετε τὰ περισσεύσαντα τῶν κλασμάτων,ἵνα μή τι ἀπόληται.»
13 Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσεντοῖς βεβρωκόσιν.
14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς,ἔλεγον ὅτι «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.»
15 Ἰησοῦς οὖν, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸνβασιλέα, ἀνεχώρησεν πάλινεἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17 καὶ ἐμβάντες εἰς τὸπλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ.Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς.
18 Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19 Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20 Ὁ δὲ λέγει αὐτοῖς, «Ἐγώ εἰμι· μὴ φοβεῖσθε.»
21 Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετοἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, ἰδὼνὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ,καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριονἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον—
23 ἄλλα δὲἦλθενπλοιάριαἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου—
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαναὐτοὶ εἰς τὰ πλοῖακαὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν.
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, «Ῥαββί, πότε ὧδε γέγονας;»
26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετεσημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.»
28 Εἶπον οὖν πρὸς αὐτόν, «Τί ποιῶμενἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;»
29 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς, «Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητεεἰς ὃν ἀπέστειλεν ἐκεῖνος.»
30 Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σὺσημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
31 Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ‹Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.› »
32 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆςδέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.»
34 Εἶπον οὖν πρὸς αὐτόν, «Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.»
35 Εἶπεν δὲαὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁ ἐρχόμενος πρός μεοὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃπώποτε.
36 Ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με,καὶ οὐ πιστεύετε.
37 Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός μεοὐ μὴ ἐκβάλωἔξω.
38 Ὅτι καταβέβηκα ἐκτοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39 Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με Πατρός,ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰἀναστήσω αὐτὸἐντῇ ἐσχάτῃ ἡμέρᾳ.
40 Τοῦτο δέἐστιν τὸ θέλημα τοῦ πέμψαντός με,ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼτῇ ἐσχάτῃ ἡμέρᾳ.»
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.»
42 Καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖνλέγει οὗτοςὅτι ‹Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;› »
43 Ἀπεκρίθη οὖνὁἸησοῦς καὶ εἶπεν αὐτοῖς· «Μὴ γογγύζετε μετ᾿ ἀλλήλων.
44 Οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼἀναστήσω αὐτὸν ἐντῇ ἐσχάτῃ ἡμέρᾳ.
45 Ἔστιν γεγραμμένον ἐν τοῖς Προφήταις, ‹Καὶ ἔσονται πάντες διδακτοὶΘεοῦ.› Πᾶς οὖνὁ ἀκούωνπαρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρός με.
46 (Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν,εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ—οὗτος ἑώρακεν τὸν Πατέρα.)
47 Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲἔχει ζωὴν αἰώνιον.
48 »Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ,καὶ ἀπέθανον.
50 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεταιεἰς τὸν αἰῶνα. Καί, ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.»
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοιλέγοντες, «Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκαφαγεῖν;»
53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼἀναστήσω αὐτὸντῇ ἐσχάτῃ ἡμέρᾳ.
55 Ἡ γὰρ σάρξ μου ἀληθῶςἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶςἐστιν πόσις.
56 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
57 Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεταιδι᾿ ἐμέ.
58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦοὐρανοῦ καταβάς—οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶντὸ μάννακαὶ ἀπέθανον· ὁ τρώγων μουτοῦτον τὸν ἄρτον ζήσεταιεἰς τὸν αἰῶνα.»
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον·«Σκληρός ἐστιν οὗτος ὁ λόγος·τίς δύναται αὐτοῦ ἀκούειν;»
61 Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· «Τοῦτο ὑμᾶς σκανδαλίζει;
62 Ἐὰν οὖν θεωρῆτετὸν Υἱὸν τοῦ Ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63 Τὸ Πνεῦμά ἐστιν τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶὑμῖν πνεῦμά ἐστιν, καὶ ζωή ἐστιν.
64 Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν.» (ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.)
65 Καὶ ἔλεγεν, «Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.»
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦεἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν.
67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;»
68 Ἀπεκρίθη οὖναὐτῷ Σίμων Πέτρος· «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸςτοῦ Θεοῦ τοῦ ζῶντος.»
70 Ἀπεκρίθη αὐτοῖς·«Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.»
71 Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην,οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι,εἷς ὢνἐκ τῶν δώδεκα.