Hebreus 4

GRC_F35

1 Φοβηθῶμεν οὖν, μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇτις ἐξ ὑμῶν ὑστερηκέναι.

2 Καί, γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι,ἀλλ᾿ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένουςτῇ πίστει τοῖς ἀκούσασιν.

3 Εἰσερχόμεθα γὰρ εἰς τὴνκατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, «Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, ‹Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου› »—καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων,

4 εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως, «Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ»·

5 καὶ ἐν τούτῳ, πάλιν, «Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.»

6 Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾿ ἀπείθειαν,

7 πάλιν τινὰ ὁρίζει ἡμέραν, «Σήμερον,» ἐν Δαυὶδ λέγων, μετὰ τοσοῦτον χρόνον (καθὼς εἴρηται),«Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.»

8 Εἰ γὰρ αὐτοὺςἸησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.

9 Ἄρα, ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.

10 Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.

12 Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τεκαὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν· καί, κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.

13 Καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.

14 Ἔχοντες οὖν Ἀρχιερέα Μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.

15 Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένονδὲ κατὰ πάντα, καθ᾿ ὁμοιότητα, χωρὶς ἁμαρτίας.

16 Προσερχώμεθαοὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεονκαὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.

Ler em outra tradução

Comparar lado a lado