1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν Χριστόν,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆςἐν ὅλῳτῷ οἴκῳ αὐτοῦ.
3 Πλείονος γὰρ δόξης οὗτοςπαρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσονπλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν
4 —πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰπάντα κατασκευάσας Θεός—
5 καί, Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων,
6 Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερτὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίανκατάσχωμεν.
7 Διό—καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9 οὗ ἐπείρασάν μεοἱ πατέρες ὑμῶν, ἐδοκίμασάν μεκαὶ εἶδον τὰ ἔργα μου τεσσαράκονταἔτη.
10 Διὸ προσώχθισατῇ γενεᾷ ἐκείνῃκαὶ εἶπον,‹Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου›·
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, ‹Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου› »—
12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος·
13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ ‹Σήμερον› καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τιςἀπάτῃ τῆς ἁμαρτίας.
14 Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ,ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,
15 ἐν τῷ λέγεσθαι, «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.»
16 Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέος;
17 Τίσιν δὲ προσώχθισεν τεσσαράκονταἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσενἐν τῇ ἐρήμῳ;
18 Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν;
19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰἀπιστίαν.