Gálatas 4

GRC_F35

1 Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,

2 ἀλλ᾿ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.

3 Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμενδεδουλωμένοι.

4 Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενονἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,

5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

6 Ὅτιδέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶνκρᾶζον,«Ἀββᾶ, ὁ Πατήρ.»

7 Ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ᾿υἱός, εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

8 Ἀλλὰ τότε μέν, οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς μὴ φύσειοὖσιν θεοῖς.

9 Νῦν δὲ γνόντεςΘεόν—μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ—πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ, καὶ πτωχά, στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;

10 Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.

11 Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε.

13 Οἴδατε δὲ ὅτι δι᾿ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον.

14 Καὶ τὸν πειρασμόν μουτὸνἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾿ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.

15 Τίςοὖν ἦνὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂνἐδώκατέ μοι.

16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;

17 Ζηλοῦσιν ὑμᾶς—οὐ καλῶς ἀλλὰἐκκλεῖσαιὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.

18 Καλὸν δὲ τὸζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.

19 Τεκνίαμου, οὓς πάλιν ὠδίνω ἄχριςοὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν

20 —ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου· ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;

22 Γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.

23 Ἀλλ᾿ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆςἐπαγγελίας,

24 ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσινδύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ

25 (τὸ γὰρ ἌγαρΣινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖδὲ τῇ νῦν Ἱερουσαλήμ,δουλεύει δὲμετὰ τῶν τέκνων αὐτῆς)·

26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ πάντωνἡμῶν.

27 Γέγραπται γάρ· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.»

28 Ἡμεῖςδέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν.

29 Ἀλλ᾿ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα, οὕτως καὶ νῦν.

30 Ἀλλὰ τί λέγει ἡ Γραφή; «Ἔκβαλετὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴκληρονομήσῃὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.»

31 Ἄρα,ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.

Ler em outra tradução

Comparar lado a lado