1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεντῇ ἀληθείᾳ μὴ πείθεσθαι,οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖνἐσταυρωμένος;
2 Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
3 Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;
4 Τοσαῦτα ἐπάθετε εἰκῇ—εἴ γε καὶεἰκῇ;
5 Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;—
6 καθὼς Ἁβραὰμ‹ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.›
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶἉβραάμ.
8 Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἁβραὰμ ὅτι «Ἐνευλογηθήσονταιἐν σοὶ πάντα τὰ ἔθνη.»
9 Ὥστε, οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ,«Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐνπᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.»
11 Ὅτι δὲ ἐννόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι «Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.»
12 Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ «Ὁ ποιήσας αὐτὰ ἄνθρωποςζήσεται ἐν αὐτοῖς.»
13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενοςὑπὲρ ἡμῶν κατάρα—γέγραπται γάρ,«Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»—
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηταιἐν Χριστῷ Ἰησοῦ· ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 Ἀδελφοί·κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου, κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16 Τῷ δὲ Ἁβραὰμ ἐρρέθησαναἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει «καὶτοῖς σπέρμασιν,» ὡς ἐπὶ πολλῶν, ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός, «καὶ τῷ σπέρματί σου,»ὅς ἐστιν Χριστός.
17 Τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸνὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκονταγεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18 Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἁβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
19 Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧἐπήγγελται· διαταγεὶςδι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20 (Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.)
21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ;Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦνἡ δικαιοσύνη.
22 Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰπάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23 Πρὸ τοῦ δὲἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοιεἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24 Ὥστε, ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
25 Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26 Πάντες γὰρυἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
27 Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε
28 —οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ—
29 εἰ δὲ ὑμεῖςΧριστοῦ, ἄρα τοῦ Ἁβραὰμ σπέρμα ἐστὲ καὶκατ᾿ ἐπαγγελίαν κληρονόμοι.