Efésios 6

GRC_F35

1 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ,τοῦτο γάρ ἐστιν δίκαιον.

2 «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα»—ἥτις ἐστὶν ἐντολὴ πρώτηἐν ἐπαγγελίᾳ—

3 «ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.»

4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.

5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκαμετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆςκαρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·

6 μὴ κατ᾿ ὀφθαλμοδουλίαν,ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦΧριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,

7 μετ᾿ εὐνοίας δουλεύοντες,τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,

8 εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστοςποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖταιπαρὰ τοῦΚυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.

9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶνὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψίαοὐκ ἔστιν παρ᾿αὐτῷ.

10 Τὸ λοιπόν,ἀδελφοί μου,ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.

11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.

12 Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνοςτούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι, στῆναι.

14 Στῆτε οὖν, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,

15 καὶ ὑποδησάμενοιτοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης·

16 ἐπὶπᾶσιν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰπεπυρωμένα σβέσαι·

17 καί, τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαικαὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ·

18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτοἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων—

19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇλόγος, ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,

20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει· ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.

21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖςτὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσειΤυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ·

22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο· ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.

23 Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως, ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστόν, ἐν ἀφθαρσίᾳ. Ἀμήν.,

Ler em outra tradução

Comparar lado a lado