1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά,
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσίαἢπλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν (καθὼς πρέπει ἁγίοις)·
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία (τὰ οὐκ ἀνήκοντα),ἀλλὰ μᾶλλον εὐχαριστία.
5 Τοῦτο γάρ ἴστεγινώσκοντες ὅτι· πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης (ὅςἐστιν εἰδωλολάτρης), οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν
8 —ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Walk in light Ὡς τέκνα φωτὸς περιπατεῖτε
9 (ὁ γὰρ καρπὸς τοῦ Πνεύματοςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ),
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
11 Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.
12 (Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.)
13 Τὰ δὲ πάντα, ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
14 Διὸ λέγει· «Ἔγειραι,ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»
15 Βλέπετε οὖν πῶς ἀκριβῶςπεριπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί,
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17 Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντεςτί τὸ θέλημα τοῦ Κυρίου.
18 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι,
19 λαλοῦντες ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳὑμῶν τῷ Κυρίῳ·
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί,
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.
22 Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε,ὡς τῷ Κυρίῳ,
23 ὅτιἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς Κεφαλὴ τῆς Ἐκκλησίας—καὶ αὐτός ἐστινΣωτὴρ τοῦ σώματος.
24 Ἀλλ᾿ὥσπερἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοιςἀνδράσιν ἐν παντί.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶνκαθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος· ἐν ῥήματι,
27 ἵνα παραστήσῃ αὐτὴνἑαυτῷ—ἔνδοξον τὴν ἐκκλησίαν—μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 Οὕτως ὀφείλουσιν οἱ ἄνδρεςἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ.
29 Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλὰἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριοςτὴν Ἐκκλησίαν
30 —ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
31 «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸνπατέρα αὐτοῦκαὶ τὴνμητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.»
32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰςτὴν Ἐκκλησίαν.
33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα·ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.