Efésios 3

GRC_F35

1 Τούτου χάριν ἐγώ, Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦὑπὲρ ὑμῶν τῶν ἐθνῶν—

2 εἴ γεἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,

3 ὅτικατὰ ἀποκάλυψιν ἐγνώρισένμοι τὸ μυστήριον (καθὼς προέγραψα ἐν ὀλίγῳ,

4 πρὸς ὃ δύνασθε, ἀναγινώσκοντες, νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ),

5 ὃἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐνΠνεύματι·

6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦἐν τῷ Χριστῷδιὰ τοῦ εὐαγγελίου,

7 οὗ ἐγενόμηνδιάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάνμοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.

8 Ἐμοί, τῷ ἐλαχιστοτέρῳ πάντωνἁγίων, ἐδόθη ἡ χάρις αὕτη, ἐντοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτοντοῦ Χριστοῦ,

9 καὶ φωτίσαι πάνταςτίς ἡ οἰκονομίατοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ·

10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,

11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,

12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴνπροσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.

13 Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖνἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,

16 ἵνα δῴηὑμῖν, κατὰ τὸν πλοῦτοντῆς δόξης αὐτοῦ· δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον·

17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι

18 ἵνα ἐξισχύσητε καταλαβέσθαι (σὺν πᾶσιν τοῖς ἁγίοις) τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος·

19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ—ἵνα πληρωθῆτε εἰς πᾶν τὸ Πλήρωμα τοῦ Θεοῦ.

20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,

21 αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.

Ler em outra tradução

Comparar lado a lado