Efésios 2

GRC_F35

1 Καὶ ὑμᾶς,ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις,

2 ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν Αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·

3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεντέκνα φύσειὀργῆς, ὡς καὶ οἱ λοιποί.

4 Ὁ δὲ Θεός—πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,

5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν—συνεζωοποίησεν τῷ Χριστῷ (χάριτί ἐστε σεσωσμένοι)

6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,

7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτοντῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.

8 Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, διὰ τῆςπίστεως—καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον—

9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.

10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11 Διό, μνημονεύετε ὅτι ὑμεῖς ποτετὰ ἔθνη ἐν σαρκί—οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς (ἐν σαρκὶ χειροποιήτου)—

12 ὅτι ἦτε ἐντῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.

13 Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητεἐν τῷ αἵματι τοῦ Χριστοῦ.

14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχοντοῦ φραγμοῦ λύσας,

15 τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷεἰς ἕνα καινὸν ἄνθρωπον (ποιῶν εἰρήνην),

16 καὶ ἀποκαταλλάξῃτοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ (ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ).

17 Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν,τοῖς μακρὰν καὶτοῖς ἐγγύς,

18 ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.

19 Ἄρα οὖν, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰσυμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,

20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντοςἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ·

21 ἐν ᾧ πᾶσαοἰκοδομή, συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·

22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.

Ler em outra tradução

Comparar lado a lado