1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν (ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἱλικρινῆδιάνοιαν),
2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ὑμῶνἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος.
3 Τοῦτο πρῶτον γινώσκοντες· ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτουτῶν ἡμερῶνἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶνπορευόμενοι
4 καὶ λέγοντες· «Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ;» Ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάντα οὕτως διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως.
5 Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ (ἐξ ὕδατος καὶ δι᾿ ὕδατος) συνεστῶτατῷ τοῦ Θεοῦ λόγῳ,
6 δι᾿ ὧνὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο.
7 Οἱ δὲ νῦν οὐρανοί, καὶ ἡ γῆ, τῷ αὐτοῦλόγῳ τεθησαυρισμένοι εἰσὶν πυρί, τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8 Ἓν δὲ τοῦτομὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9 Οὐ βραδύνει ὁΚύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς,μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10 Ἥξει δὲ ἡἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί,ἐν ᾖοὐρανοὶῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται—καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.
11 Τούτων οὖνπάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶςἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣνοὐρανοί, πυρούμενοι, λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται;
13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴνκατὰ τὸ ἐπάγγελμα αὐτοῦπροσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοιαὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ·
15 καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε—καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος, κατὰ τὴν αὐτῷ δοθεῖσανσοφίαν, ἔγραψεν ὑμῖν,
16 ὡς καὶ ἐν πάσαις ταῖςἐπιστολαῖς (λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷςεἰσινδυσνόητά τινα), ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν,ὡς καὶ τὰς λοιπὰς Γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ.
18 Αὐξάνητεδὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν.,