2 Pedro 2

GRC_F35

1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι (ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν).

2 Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις,δι᾿ ἃςἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.

3 Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.

4 Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,

5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλ᾿ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,

6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇκατέκρινεν (ὑπόδειγμα μελλόντων ἀσεβεῖντεθεικώς),

7 καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο

8 (βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν)

9 —οἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμῶνῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,

10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳμιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Their depravity is ‘unreal’ Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες,

11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾿ αὐτῶν παρὰ Κυρίῳβλάσφημον κρίσιν.

12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα, γεγενημένα φυσικὰεἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται,

13 κομιούμενοιμισθὸν ἀδικίας. Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,

14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστουςἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους· καρδίαν γεγυμνασμένην πλεονεξίαςἔχοντες, κατάρας τέκνα·

15 καταλιπόντεςεὐθεῖανὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν·

16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας—ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι,νεφέλαιὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶναςτετήρηται.

18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἀσελγείας,τοὺς ὄντωςἀποφυγόνταςτοὺς ἐν πλάνῃ ἀναστρεφομένους,

19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶδεδούλωται.

20 Εἰγάρ, ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ ΣωτῆροςἸησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.

21 Κρεῖττονγὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκτῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.

22 Συμβέβηκεν δὲαὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμακαὶ ὗς λουσαμένη εἰς κύλισμαβορβόρου.

Ler em outra tradução

Comparar lado a lado