2 Coríntios 6

GRC_F35

1 Συνεργοῦντες δὲ καὶπαρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς,

2 λέγει γάρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος· ἰδού, νῦν ἡμέρα σωτηρίας.

3 (Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·

4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντεςἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ—ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,

5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις·

6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,

7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν·

8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς,

9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι·

10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.)

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.

12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.

13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν (ὡς τέκνοις λέγω), πλατύνθητε καὶ ὑμεῖς.

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲκοινωνία φωτὶ πρὸς σκότος;

15 Τίς δὲ συμφώνησις Χριστῷπρὸς Βελίαρ;Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;

16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖςγὰρ ναὸς Θεοῦ ἐστεζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοιλαός.»

17 Διὸ «Ἐξέλθετεἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε,» λέγει Κύριος, «καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς.»

18 Καί, «Ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέμοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ.»

Ler em outra tradução

Comparar lado a lado