2 Coríntios 5

GRC_F35

1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν (οἰκίαν ἀχειροποίητον), αἰώνιον ἐν τοῖς οὐρανοῖς.

2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες·

3 εἴ γε καὶ ἐνδυσάμενοιοὐ γυμνοὶ εὑρεθησόμεθα.

4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι—ἐφ᾿ ᾧοὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶδοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.

6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου

7 —διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους—

8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.

9 Διὸ καὶ φιλοτιμούμεθα (εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες) εὐάρεστοι αὐτῷ εἶναι.

10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηταιἕκαστος τὰ διὰτοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.

11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν. Why Christ died Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.

12 Οὐ γὰρπάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰἀφορμὴν διδόντες ὑμῖν καυχήματοςὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένουςκαὶ οὐκαρδίᾳ.

13 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.

14 Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο· ὅτι εἰεἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·

15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ πάντωνἀποθανόντι καὶ ἐγερθέντι.

16 Ὥστε, ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα—εἰ δὲκαὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰνῦν οὐκέτι γινώσκομεν—

17 ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν· ἰδού, γέγονεν καινὰ τὰ πάντα.

18 Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ἸησοῦΧριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,

19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσωνἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενοςἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.

20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ· Καταλλάγητε τῷ Θεῷ.

21 Τὸν γὰρμὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθαδικαιοσύνη Θεοῦἐν αὐτῷ.

Ler em outra tradução

Comparar lado a lado