1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφάς, ἐν πάσῃ ἁγνείᾳ.
3 Χήρας τίμα τὰς ὄντως χήρας.
4 Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγοναἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστινἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.
5 Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸνΘεόν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.
6 Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.
7 Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοιὦσιν.
8 Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶνοἰκείων, οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη—εἰ ἐτεκνοτρόφησεν, εἰἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
11 Νεωτέρας δὲχήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,
12 ἔχουσαι κρῖμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.
13 Ἅμα δὲ καί, ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
14 Βούλομαι οὖν νεωτέραςγαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
15 (Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.)
16 Εἴ τις πιστὸς ἢπιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.
18 Λέγει γὰρ ἡ Γραφή· «Βοῦν ἁλοῶνταοὐ φιμώσεις,» καὶ «Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.»
19 Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
21 Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦκαὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει.
23 Μηκέτι ὑδροπότει, ἀλλ᾿οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σουκαὶ τὰς πυκνάς σου ἀσθενείας.
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν.
25 Ὡσαύτως καὶ τὰ καλὰ ἔργαπρόδηλά ἐστιν·καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.