1 Timóteo 4

GRC_F35

1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοιςκαὶ διδασκαλίαις δαιμονίων

2 —ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένωντὴν ἰδίαν συνείδησιν,

3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψινμετὰ εὐχαριστίαςτοῖς πιστοῖς καὶ ἐπεγνωκόσιτὴν ἀλήθειαν.

4 Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,

5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ,ἐντρεφόμενοςτοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.

7 Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.

8 Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαςἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.

9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος

10 (εἰς τοῦτο γὰρ καὶκοπιῶμεν καὶ ὀνειδιζόμεθα)·ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλισταπιστῶν.

11 Παράγγελλεταῦτα καὶ δίδασκε.

12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνουτῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι,ἐν πίστει, ἐν ἁγνείᾳ.

13 Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.

14 Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.

15 Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐνπᾶσιν.

16 Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

Ler em outra tradução

Comparar lado a lado