Isaías 12

GRCLXX

1 ΚΑΙ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.

2 ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

3 καὶ ἀντλήσατε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.

5 ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάση τῇ γῇ.

6 ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Ler em outra tradução

Comparar lado a lado