1 Πόθεν πόλεμοι καὶμάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε.Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃςἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃκατῴκησεν ἐν ἡμῖν,
6 μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
7 Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητεδὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.
8 Ἐγγίσατε τῷ Θεῷ, καὶἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθοςμεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10 Ταπεινώθητε ἐνώπιοντοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί.Ὁ καταλαλῶν ἀδελφοῦκαὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12 Εἷς ἐστινὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺδὲ τίς εἶὃς κρίνεις τὸνἕτερον;
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερονκαὶ αὔριονπορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶποιήσωμεν ἐκεῖ ἐνιαυτὸνἕνα καὶἐμπορευσώμεθα καὶκερδήσωμεν,
14 οἵτινες οὐκ ἐπίστασθετὸ τῆς αὔριον—ποίαγὰρ ἡ ζωὴὑμῶν; ἀτμὶς γὰρἔσταιἡ πρὸς ὀλίγον φαινομένη, ἔπειταδὲ καὶ ἀφανιζομένη—
15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριοςθελήσῃ, καὶζήσωμεν καὶποιήσωμεν τοῦτο ἢ ἐκεῖνο.
16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖςἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.