Tiago 2

GRC_TCG

1 Ἀδελφοί μου, μὴ ἐνπροσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.

2 Ἐὰν γὰρ εἰσέλθῃ εἰςτὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,

3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴνἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητεαὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθιἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου,

4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;

5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺςτοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;

6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;

7 Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;

8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡςἑαυτὸν, καλῶς ποιεῖτε·

9 εἰ δὲπροσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.

10 Ὅστις γὰρ ὅλον τὸν νόμοντηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.

11 Ὁ γὰρ εἰπών, Μὴμοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐμοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.

12 Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.

13 Ἡ γὰρ κρίσιςἀνέλεος τῷ μὴ ποιήσαντιἔλεος· κατακαυχᾶταιἔλεον κρίσεως.

14 Τίτὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;

15 Ἐὰνδὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοιὦσι τῆς ἐφημέρου τροφῆς,

16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τίτὸ ὄφελος;

17 Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.

18 Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σουἐκ τῶν ἔργωνσου, κἀγὼδείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστινμου.

19 Σὺ πιστεύεις ὅτιὁ Θεὸς εἷς ἐστι; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι—καὶ φρίσσουσι.

20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργωννεκρά ἐστιν;

21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;

22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;

23 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.

24 Ὁρᾶτετοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.

25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;

26 Ὥσπεργὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶςτῶν ἔργων νεκρά ἐστι.

Ler em outra tradução

Comparar lado a lado