Romanos 10

GRC_TCG

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησιςἡ πρὸς τὸν Θεὸν ὑπὲρτοῦ Ἰσραήλἐστιν εἰς σωτηρίαν.

2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.

3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίανδικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

5 Μωϋσῆς γὰρ γράφειτὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσαςαὐτὰ ἄνθρωπος ζήσεται ἐναὐτοῖς.

6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν—

7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·

9 ὅτι ἐὰν ὁμολογήσῃςἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·

10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.

13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

14 Πῶς οὖνἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲπιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲἀκούσουσι χωρὶς κηρύσσοντος;

15 Πῶς δὲκηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι;Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδεςτῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένωντὰ ἀγαθά.

16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;

17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματοςΘεοῦ.

18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·

19 Ἀλλὰ λέγω, μὴοὐκ ἔγνω Ἰσραήλ; ΠρῶτοςΜωϋσῆς λέγει,

20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,

21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Ler em outra tradução

Comparar lado a lado