Mateus 14

GRC_TCG

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁτετράρχης τὴν ἀκοὴν Ἰησοῦ,

2 καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστινἸωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸνἸωάννην ἔδησεναὐτὸν καὶἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.

4 Ἔλεγε γὰραὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.

5 Καὶ θέλων αὐτὸν ἀποκτεῖναι,ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.

6 Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρῴδῃ·

7 ὅθενμεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.

8 Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴνἸωάννου τοῦ βαπτιστοῦ.

9 Καὶἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι·

10 καὶ πέμψας ἀπεκεφάλισετὸν Ἰωάννην ἐν τῇ φυλακῇ.

11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς.

12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸσῶμα, καὶ ἔθαψαναὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

13 Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

14 Καὶ ἐξελθὼνὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.

15 Ὀψίας δὲ γενομένης,προσῆλθον αὐτῷ οἱ μαθηταὶαὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

16 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,

17 Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.

18 Ὁ δὲ εἶπε,

19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶτοὺς χόρτους,λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.

20 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.

21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.

22 Καὶ εὐθέως ἠνάγκασενὁ Ἰησοῦς τοὺςμαθητὰς ἐμβῆναι εἰςτὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

23 Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.

24 Τὸ δὲ πλοῖον ἤδημέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸςἀπῆλθε πρὸς αὐτοὺςὁ Ἰησοῦς, περιπατῶν ἐπὶτῆς θαλάσσης.

26 Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶτὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.

27 Εὐθέως δὲ ἐλάλησεναὐτοῖς ὁ Ἰησοῦς, λέγων,

28 Ἀποκριθεὶς δὲαὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν μεπρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.

29 Ὁ δὲ εἶπεν,Καὶ καταβὰς ἀπὸ τοῦ πλοίουὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα,ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.

30 Βλέπων δὲ τὸν ἄνεμονἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε, λέγων, Κύριε, σῶσόν με.

31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ,

32 Καὶἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος·

33 οἱ δὲ ἐν τῷ πλοίῳἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.

34 Καὶ διαπεράσαντεςἦλθονεἰς τὴν γῆνΓεννησαρέτ.

35 Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·

36 καὶ παρεκάλουν αὐτόν, ἵναμόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Ler em outra tradução

Comparar lado a lado