1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματάἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ·Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶἸωάννης ὁ ἀδελφὸς αὐτοῦ·
3 Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶΜατθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶΛεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος·
4 Σίμων ὁΚανανίτης, καὶ ἸούδαςἸσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων,