1 Καὶεὐθέωςἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαντῷΠιλάτῳ.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁΠιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτῷ,
3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖςπολλά·
4 ὁ δὲΠιλάτος πάλινἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σουκαταμαρτυροῦσιν.
5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸνΠιλάτον.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον,ὅνπερ ᾐτοῦντο.
7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶνσυστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8 Καὶἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼςἀεὶ ἐποίει αὐτοῖς.
9 Ὁ δὲΠιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10 Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 Ὁ δὲΠιλάτοςἀποκριθεὶς πάλινεἶπεν αὐτοῖς, Τί οὖνθέλετε ποιήσω ὃν λέγετεβασιλέα τῶν Ἰουδαίων;
13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.
14 Ὁ δὲΠιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρκακὸν ἐποίησεν; Οἱ δὲπερισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν.
15 Ὁ δὲΠιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶσυγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
17 Καὶἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
18 καὶ ἤρξαντο ἀσπάζεσθαιαὐτόν, Χαῖρε,ὁ βασιλεὺς τῶν Ἰουδαίων·
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτιατὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶ τόπον, ὅ ἐστιμεθερμηνευόμενον Κρανίου Τόπος.
23 Καὶ ἐδίδουν αὐτῷπιεῖν ἐσμυρνισμένον οἶνον·ὁ δὲ οὐκ ἔλαβε.
24 Καὶσταυρώσαντες αὐτόν,διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.
25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν,κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
30 σῶσον σεαυτόν,καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
31 Ὁμοίωςκαὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
32 Ὁ Χριστὸς ὁ βασιλεὺςτοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεναὐτῷ. Καὶ οἱ συνεσταυρωμένοιαὐτῷ ὠνείδιζον αὐτόν.
33 Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥραςἐνάτης.
34 Καὶ τῇὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ,λέγων,Ὅ ἐστι μεθερμηνευόμενον,
35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον,Ἰδού,Ἠλίαν φωνεῖ.
36 Δραμὼν δὲεἷς,καὶ γεμίσας σπόγγον ὄξους, περιθείςτε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεταιἨλίας καθελεῖν αὐτόν.
37 Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύοἀπὸ ἄνωθεν ἕως κάτω.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτωκράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶςὁ ἄνθρωπος οὗτος υἱὸςἦν Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷςἦνκαὶΜαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡτοῦ Ἰακώβου τοῦ μικροῦ καὶἸωσῆ μήτηρ, καὶ Σαλώμη,
41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶἦν Παρασκευή, ὅ ἐστιπροσάββατον,
43 ἦλθεν Ἰωσὴφὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸςΠιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ δὲΠιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰπάλαι ἀπέθανε.
45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸσῶμα τῷ Ἰωσήφ.
46 Καὶ ἀγοράσας σινδόνα,καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶκατέθηκεν αὐτὸν ἐνμνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸωσῆ ἐθεώρουν ποῦτίθεται.