Lucas 3

GRC_TCG

1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος ΠοντίουΠιλάτου τῆς Ἰουδαίας, καὶτετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦτετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆςἈβιληνῆςτετραρχοῦντος,

2 ἐπὶἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶἸωάννην τὸνΖαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.

3 Καὶ ἦλθεν εἰς πᾶσαντὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·

4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,λέγοντος,

7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

8 Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

9 Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖνποιήσομεν;

11 Ἀποκριθεὶς δὲλέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.

12 Ἦλθον δὲ καὶ τελῶναιβαπτισθῆναι, καὶεἶπον πρὸς αὐτόν, Διδάσκαλε, τίποιήσομεν;

13 Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.

14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες,Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπεπρὸς αὐτούς, Μηδέναδιασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦἸωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,

16 ἀπεκρίνατοὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·

17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετοτὸν λαόν·

19 ὁ δὲ Ἡρῴδης ὁτετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸςτοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης,

20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι,καὶ κατέκλεισε τὸνἸωάννην ἐντῇ φυλακῇ.

21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν,

22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδειὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι,λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶεὐδόκησα.

23 Καὶ αὐτὸς ἦνὁ Ἰησοῦςὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν—ὡς ἐνομίζετο—υἱὸς Ἰωσήφ, τοῦἩλί,

24 τοῦΜατθάτ, τοῦΛευΐ, τοῦΜελχί, τοῦἸαννά, τοῦ Ἰωσήφ,

25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦἘσλί, τοῦ Ναγγαί,

26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦΣεμεΐ, τοῦἸωσήφ, τοῦἸούδα,

27 τοῦἸωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦΝηρί,

28 τοῦΜελχί, τοῦἈδδί, τοῦ Κωσάμ, τοῦἘλμωδάμ, τοῦ Ἤρ,

29 τοῦἸωσή, τοῦ Ἐλιέζερ, τοῦἸωρείμ, τοῦΜατθάτ, τοῦΛευΐ,

30 τοῦΣυμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦἸωνάν, τοῦἘλιακείμ,

31 τοῦ Μελεᾶ, τοῦΜαϊνάν, τοῦ Ματταθά, τοῦΝαθάν, τοῦΔαυίδ,

32 τοῦ Ἰεσσαί, τοῦὨβήδ, τοῦΒοόζ, τοῦΣαλμών, τοῦ Ναασσών,

33 τοῦἈμιναδάβ, τοῦἈράμ, τοῦἙσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,

34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦΘάρα, τοῦ Ναχώρ,

35 τοῦΣερούχ, τοῦῬαγαῦ, τοῦΦάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά,

36 τοῦΚαϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,

37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦἸαρέδ, τοῦ Μαλελεήλ, τοῦΚαϊνάν,

38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

Ler em outra tradução

Comparar lado a lado