João 9

GRC_TCG

1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

2 Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες,Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;

3 ἈπεκρίθηἸησοῦς,

6 Ταῦτα εἰπών, ἔπτυσε χαμαί, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶἐπέχρισετὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,

7 καὶ εἶπεν αὐτῷ,—ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.

8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτιτυφλὸς ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;

9 Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοιδὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.

10 Ἔλεγον οὖν αὐτῷ,Πῶςἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;

11 Ἀπεκρίθη ἐκεῖνοςκαὶ εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς, καὶ εἶπέμοι,Ἀπελθὼνδὲ καὶ νιψάμενος, ἀνέβλεψα.

12 Εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.

14 Ἦν δὲ σάββατονὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.

15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέμου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.

16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές,Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ.Ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.

17 Λέγουσι τῷ τυφλῷ πάλιν,Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτιἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.

18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτιτυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,

19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖνἄρτι βλέπει;

20 Ἀπεκρίθησανδὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶεἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη·

21 πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν·αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶἑαυτοῦ λαλήσει.

22 Ταῦταεἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.

23 Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦεἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸνἐρωτήσατε.

24 Ἐφώνησαν οὖνἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶεἶπον αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτιὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.

25 Ἀπεκρίθη οὖν ἐκεῖνοςκαὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.

26 Εἶπονδὲ αὐτῷ πάλιν, Τί ἐποίησέ σοι; Πῶςἤνοιξέ σου τοὺς ὀφθαλμούς;

27 Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

28 Ἐλοιδόρησαν αὐτόν, καὶεἶπον, Σὺεἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦΜωσέως ἐσμὲν μαθηταί.

29 Ἡμεῖς οἴδαμεν ὅτιΜωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.

30 Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐνγὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶἀνέῳξέ μου τοὺς ὀφθαλμούς.

31 Οἴδαμενδὲ ὅτιἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.

32 Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτιἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.

33 Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

34 Ἀπεκρίθησαν καὶεἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθηςὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεναὐτῷ,

36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε,Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;

37 Εἶπεδὲ αὐτῷ ὁ Ἰησοῦς,

38 Ὁ δὲ ἔφη, Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

39 Καὶ εἶπεν ὁ Ἰησοῦς,

40 Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱὄντες μετ᾽ αὐτοῦ, καὶεἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;

41 Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,

Ler em outra tradução

Comparar lado a lado