João 7

GRC_TCG

1 Καὶπεριεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.

2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.

3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σουθεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.

4 Οὐδεὶς γὰρἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.

5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.

6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς,

9 Ταῦταδὲ εἰπὼναὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ,τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς,ἀλλ᾽ ὡς ἐν κρυπτῷ.

11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;

12 Καὶ γογγυσμὸςπολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν·ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.

13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβηὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε.

15 Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;

16 Ἀπεκρίθηοὖν αὐτοῖςὁ Ἰησοῦς καὶ εἶπεν,

20 Ἀπεκρίθη ὁ ὄχλοςκαὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;

21 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς,

25 Ἔλεγον οὖν τινες ἐκ τῶνἹεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστινἀληθῶς ὁ Χριστός;

27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.

28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων,

30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

31 Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγονὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ,μήτι πλείονα σημεῖατούτων ποιήσει ὧν οὗτος ἐποίησεν;

32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλανὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.

33 Εἶπενοὖν ὁ Ἰησοῦς,

35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;

36 Τίς ἐστινοὗτος ὁ λόγος ὃν εἶπε,;

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆςεἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων,

39 Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματοςοὗἔμελλον λαμβάνειν οἱπιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ΠνεῦμαἍγιον, ὅτιἸησοῦςοὐδέπω ἐδοξάσθη.

40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντεςτὸν λόγονἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.

41 Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός.Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;

42 Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματοςΔαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦνΔαυίδ,ὁ Χριστὸς ἔρχεται;

43 Σχίσμα οὖνἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.

44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶςἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;

46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτεοὕτως ἐλάλησεν ἄνθρωπος,ὡς οὗτος ὁ ἄνθρωπος.

47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;

49 Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμονἐπικατάρατοί εἰσι.

50 Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼννυκτὸς πρὸς αὐτόν,εἷς ὢν ἐξ αὐτῶν—

51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃπαρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;

52 Ἀπεκρίθησαν καὶεἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;Ἐρεύνησον καὶ ἴδε ὅτιπροφήτης ἐκ τῆς Γαλιλαίας οὐκἐγήγερται.

53 Καὶἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

Ler em outra tradução

Comparar lado a lado