João 19

GRC_TCG

1 Τότε οὖν ἔλαβεν ὁΠιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.

2 Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,

3 καὶἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶἐδίδουν αὐτῷ ῥαπίσματα.

4 Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁΠιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτιἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.

5 Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς,Ἴδε, ὁ ἄνθρωπος.

6 Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσοναὐτόν. Λέγει αὐτοῖς ὁΠιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.

7 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμονἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτιἑαυτὸν υἱὸν Θεοῦ ἐποίησεν.

8 Ὅτε οὖν ἤκουσεν ὁΠιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,

9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.

10 Λέγει οὖν αὐτῷ ὁΠιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχωσταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;

11 ἈπεκρίθηἸησοῦς,

12 Ἐκ τούτουἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοιἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέαἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖνΠιλάτος ἀκούσαςτοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶτοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲΓαββαθᾶ·

14 ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥραδὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.

15 Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁΠιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.

16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. The Crucifixion Παρέλαβονδὲ τὸν Ἰησοῦνκαὶ ἤγαγον·

17 καὶ βαστάζωντὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰςτόπον λεγόμενον Κρανίου Τόπον,ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·

18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.

19 Ἔγραψε δὲ καὶ τίτλον ὁΠιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.

20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί,Ἑλληνιστί, Ῥωμαϊστί.

21 Ἔλεγον οὖν τῷΠιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύςεἰμι τῶν Ἰουδαίων.

22 Ἀπεκρίθη ὁΠιλάτος, Ὃ γέγραφα, γέγραφα.

23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαντέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼνἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.

24 Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇἡ λέγουσα,Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.

26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶαὐτοῦ,

27 Εἶτα λέγει τῷ μαθητῇ,Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβενὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28 Μετὰ τοῦτοἰδὼν ὁ Ἰησοῦς ὅτιπάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει,

29 Σκεῦοςοὖν ἔκειτο ὄξους μεστόν·οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.

30 Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε,καὶκλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.

31 Οἱ οὖν Ἰουδαῖοι,ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸνΠιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.

32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦσυσταυρωθέντος αὐτῷ·

33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδοναὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·

34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶεὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.

35 Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινήἐστιν αὐτοῦ ἡ μαρτυρία,κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵναὑμεῖςπιστεύσητε.

36 Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεταιἀπ᾽ αὐτοῦ.

37 Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

38 Μετὰ ταῦτα ἠρώτησε τὸνΠιλάτονἸωσὴφὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁΠιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶματοῦ Ἰησοῦ.

39 Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸςτὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρωνμίγμα σμύρνης καὶ ἀλόηςὡς λίτρας ἑκατόν.

40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.

41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶςἐτέθη.

42 Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Ler em outra tradução

Comparar lado a lado