Hebreus 3

GRC_TCG

1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶνἸησοῦν Χριστόν,

2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶΜωϋσῆς ἐνὅλῳ τῷ οἴκῳ αὐτοῦ.

3 Πλείονος γὰρδόξης οὗτος παρὰΜωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.

4 Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲτὰ πάντα κατασκευάσας Θεός.

5 ΚαὶΜωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων·

6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·οὗ οἶκός ἐσμεν ἡμεῖς,ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδοςμέχρι τέλους βεβαίαν κατάσχωμεν.

7 Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,

12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος·

13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας·

14 μέτοχοι γὰργεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·

15 ἐν τῷ λέγεσθαι,

16 Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰΜωϋσέως.

17 Τίσι δὲ προσώχθισετεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;

18 Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι;

19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖνδι᾽ ἀπιστίαν.

Ler em outra tradução

Comparar lado a lado