Colossenses 3

GRC_TCG

1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.

2 Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.

3 Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

4 Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

5 Νεκρώσατε οὖν τὰ μέληὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶνεἰδωλολατρεία,

6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·

7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐναὐτοῖς.

8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·

9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,

10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·

11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰτὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχναοἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην,πρᾳότητα, μακροθυμίαν·

13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁΧριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·

14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην,ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.

15 Καὶ ἡ εἰρήνη τοῦΘεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοιγίνεσθε.

16 Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς,καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐνχάριτι ᾄδοντες ἐντῇ καρδίᾳ ὑμῶν τῷΚυρίῳ.

17 Καὶ πᾶν ὅ τιἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷκαὶ πατρὶ δι᾽ αὐτοῦ.

18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖςἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.

19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρἐστιν εὐάρεστονἐν Κυρίῳ.

21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.

22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐνὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸνΘεόν·

23 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·

24 εἰδότες ὅτι ἀπὸ Κυρίουλήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷγὰρ Κυρίῳ Χριστῷ δουλεύετε.

25 Ὁδὲ ἀδικῶνκομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστιπροσωποληψία.

Ler em outra tradução

Comparar lado a lado