1 Ὁ δὲ Σαῦλος ἔτιἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
2 ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃτῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
3 Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ·καὶ ἐξαίφνηςπεριήστραψεν αὐτὸν φῶςἀπὸ τοῦ οὐρανοῦ·
4 καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ,
5 Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲΚύριος εἶπεν,
7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷεἱστήκεισανἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
8 Ἠγέρθη δὲὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένωντε τῶν ὀφθαλμῶν αὐτοῦ,οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9 Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸνὁ Κύριος ἐν ὁράματι,Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε.
11 Ὁ δὲ Κύριος πρὸς αὐτόν,
13 Ἀπεκρίθη δὲἈνανίας, Κύριε,ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·
14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος,
17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με,ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.
18 Καὶ εὐθέωςἀπέπεσονἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦὡσεὶ λεπίδες, ἀνέβλεψέτε καὶ ἀναστὰς ἐβαπτίσθη,
19 καὶ λαβὼν τροφὴνἐνίσχυσεν. Paul Preaches Christ in Damascus Ἐγένετο δὲὁ Σαῦλος μετὰτῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.
20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸνΧριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσαςἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτοἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶσυνέχυνετοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν.Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι·
25 λαβόντες δὲαὐτὸν οἱ μαθηταὶ νυκτός,καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐνσπυρίδι.
26 Παραγενόμενος δὲὁ Σαῦλοςἐν Ἱερουσαλήμ,ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.
27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματιτοῦ Ἰησοῦ.
28 Καὶ ἦν μετ᾽ αὐτῶνεἰσπορευόμενοςεἰς Ἱερουσαλήμ,καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦΚυρίου Ἰησοῦ,
29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουναὐτὸν ἀνελεῖν.
30 Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰςΚαισάρειαν, καὶ ἐξαπέστειλαναὐτὸν εἰς Ταρσόν.
31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶΣαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦνταςΛύδδαν.
33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τιναΑἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶκραββάτῳ, ὃς ἦν παραλελυμένος.
34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦςὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.
35 Καὶεἶδον αὐτὸν πάντες οἱ κατοικοῦντεςΛύδδαν καὶ τὸνἈσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματιΤαβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρηςἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲαὐτὴν ἔθηκαν ἐνὑπερῴῳ.
38 Ἐγγὺς δὲ οὔσηςΛύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ,ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.
39 Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.
40 Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτροςθεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε,Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε.
41 Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
42 Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅληςτῆς Ἰόππης, καὶπολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.
43 Ἐγένετο δὲἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.