1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοιὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλοςἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,
2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριονἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον·
3 μάλιστα γνώστην ὄντασε πάντων τῶν κατὰ Ἰουδαίουςἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαίσου, μακροθύμως ἀκοῦσαί μου.
4 Τὴν μὲν οὖν βίωσίν μουτὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μουἐν Ἱεροσολύμοις, ἴσασι πάντεςοἱ Ἰουδαῖοι,
5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
6 Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆςπρὸς τοὺςπατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,
7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐνἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι,βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.
8 Τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶπολλοὺς τῶν ἁγίων ἐγὼφυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.
11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 Ἐν οἷςκαὶ πορευόμενος εἰςτὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆςπαρὰ τῶν ἀρχιερέων,
13 ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14 Πάντωνδὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴνλαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ,
15 Ἐγὼ δὲεἶπον, Τίς εἶ, Κύριε; Ὁδὲ εἶπεν,
19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτονκαὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν,ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 Ἕνεκα τούτωνοἱ Ἰουδαῖοί με συλλαβόμενοιἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22 Ἐπικουρίας οὖν τυχὼν τῆςπαρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκαμαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντωνγίνεσθαι καὶΜωϋσῆς,
23 εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷλαῷ καὶ τοῖς ἔθνεσι.
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25 Ὁδέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε,ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃνκαὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόντι τούτων οὐ πείθομαιοὐδέν· οὐγὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.
28 Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλονἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸνγενέσθαι.
29 Ὁ δὲ Παῦλοςεἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐνπολλῷ οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖοςκἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱσυγκαθήμενοι αὐτοῖς·
31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτουἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.
32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.