Atos 23

GRC_TCG

1 Ἀτενίσας δὲὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.

2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.

3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;

4 Οἱ δὲ παρεστῶτεςεἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;

5 Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπταιγάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.

6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶΣαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸςΦαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶνἐγὼ κρίνομαι.

7 Τοῦτο δὲ αὐτοῦλαλήσαντος, ἐγένετο στάσις τῶνΦαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.

8 Σαδδουκαῖοιμὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν,μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.

9 Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντεςοἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος,μὴ θεομαχῶμεν.

10 Πολλῆς δὲγενομένης στάσεως,εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμακαταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειντε εἰς τὴν παρεμβολήν.

11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε,

12 Γενομένης δὲ ἡμέρας, ποιήσαντέςτινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς,λέγοντες μήτε φαγεῖν μήτεπιεῖν ἕως οὗἀποκτείνωσι τὸν Παῦλον.

13 Ἦσαν δὲ πλείουςτεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίανπεποιηκότες·

14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροιςεἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.

15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπωςαὔριοναὐτὸν καταγάγῃπρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.

16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλουτὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ.

17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτονἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρτι ἀπαγγεῖλαι αὐτῷ.

18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸννεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.

19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;

20 Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριονεἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡςμέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.

21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείουςτεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτεπιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦνἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.

22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸννεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρόςμε.

23 Καὶ προσκαλεσάμενοςδύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕωςΚαισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·

24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα·

25 γράψας ἐπιστολὴνπεριέχουσαν τὸν τύπον τοῦτον·

26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.

27 Τὸν ἄνδρα τοῦτονσυλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματιἐξειλόμηναὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.

28 Βουλόμενοςδὲγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγοναὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·

29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν,μηδὲν ἄξιον θανάτου ἢ δεσμῶνἔγκλημα ἔχοντα.

30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδραμέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειντὰ πρὸς αὐτὸν ἐπὶ σοῦ.Ἔρρωσο.

31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰτῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.

32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖςπορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·

33 οἵτινες εἰσελθόντες εἰς τὴνΚαισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.

34 Ἀναγνοὺς δὲὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίαςἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,

35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται.Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.

Ler em outra tradução

Comparar lado a lado