1 Κατήντησεδὲ εἰς Δέρβην καὶΛύστραν· καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικόςτινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις·ᾔδεισαν γὰρ ἅπαντεςτὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν.
4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις,παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶτῶν πρεσβυτέρων τῶν ἐνἹερουσαλήμ.
5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶτὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζονκατὰ τὴν Βιθυνίανπορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸπνεῦμα·
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9 Καὶ ὅραμα διὰτῆς νυκτὸςὤφθη τῷ Παύλῳ· ἀνήρτις ἦν Μακεδὼν ἑστώς,παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰςΜακεδονίαν, βοήθησον ἡμῖν.
10 Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰςτὴν Μακεδονίαν,συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁΚύριος εὐαγγελίσασθαι αὐτούς.
11 Ἀναχθέντεςοὖν ἀπὸτῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰςΣαμοθρᾴκην, τῇτε ἐπιούσῃ εἰςΝεάπολιν,
12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶπρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις,κολωνεία· ἦμεν δὲ ἐναὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
13 Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆςπόλεως παρὰ ποταμόν, οὗἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸτοῦ Παύλου.
15 Ὡς δὲἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου,μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰςπροσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμαΠύθωνοςἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη.
17 Αὕτηκατακολουθήσασα τῷ Παύλῳ καὶἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσινἡμῖν ὁδὸν σωτηρίας.
18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐντῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖςεἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.
22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶπεριρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν.
23 Πολλάςτε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 ὅς, παραγγελίαν τοιαύτηνεἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδαςαὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου·ἀνεῴχθησάντε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενοςμάχαιραν,ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 Ἐφώνησε δὲφωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶτῷ Σίλᾳ,
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 Οἱ δὲεἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον ἸησοῦνΧριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦΚυρίου,καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦπάντες παραχρῆμα.
34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκοναὐτοῦ παρέθηκε τράπεζαν, καὶἠγαλλιᾶτοπανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
35 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36 Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγουςτούτους πρὸς τὸν Παῦλον ὅτιἈπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37 Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς,Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας,ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ·ἀλλὰ ἐλθόντες αὐτοὶἐξαγαγέτωσαν.
38 Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα·καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτωνἐξελθεῖν τῆς πόλεως.
40 Ἐξελθόντες δὲἐκ τῆς φυλακῆς εἰσῆλθονπρὸς τὴν Λυδίαν· καὶ ἰδόντεςτοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶἐξῆλθον.